Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει.
Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι.
Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι.
Δι᾿ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον,
ὁ πρὸ αἰώνων Θεός.
ΡΩΜΑΝΟΣ Ο ΜΕΛΩΔΟΣ
«Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν
ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως
ἐν αυτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες
ὑπὸ ἀστέρος ἐδιδάσκοντο
Σὲ προσκυνεῖν τὸν ἥλιον τῆς δικαιοσύνης
καὶ Σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν
Κύριε δόξα Σοι.»
ΑΠΟΛΥΤΙΚΙΟ
«Νύμφης πανάγνου τὸν πανόλβιον τόκον,
ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,
ἄγραυλος, ἐκλονεῖτο τῷ ξένῳ τρόπῳ
τάξιν μελωδούσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον»
ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ
Χριστὸς γεννᾶται, δοξάσατε·
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε·
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε.
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ καί,
ἵν' ἀμφότερα συνελὼν εἴπω,
Εὐφραινέσθωσαν οἱ οὐρανοί,
καὶ ἀγαλλιάσθω ἡ γῆ,
διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον.
ΓΡΗΓΟΡΙΟΣ Ο ΘΕΟΛΟΓΟΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου