Ποιούς συγκέντρωσε ὁ Μωάμεθ γύρω του ἢ μπροστά του γιὰ νὰ τοὺς μιλήσει; Συγκέντρωσε ὅλους «τοὺς ἐν τέλει τε καὶ ἑκατόνταρχους καὶ πεντηκοντάρχους, τό τε ἄγημα τοῦ στρατοῦ καὶ τὴν περὶ αὐτὸν πᾶσαν ἴλην» (δηλαδή, ὅλους τοὺς Γενίτσαρους) «καὶ πρὸς τούτοις ναυάρχους τε καὶ τριηράρχους καὶ τὸν ἡγεμόνα τοῦ στόλου παντός». Καὶ εἶπε:
«Ἄνδρες φίλοι καὶ τοῦ παρόντος ἀγῶνος ἐμοὶ κοινωνοί, ἐγὼ ὑμᾶς ἐνθάδε ξυνεκάλεσα οὐ ῥᾳθυμίαν τινὰ καταγνοὺς ὑμῶν ἤ ἀμέλειαν ἐς τόδε τὸ ἔργον, οὐδ' ἵνα προθυμοτέρους ἐς τὸν παρόντα ἀγῶνα ποιήσω..., ἀλλ' ὥστε μόνον ἀναμνῆσαι, πρῶτον μὲν ὡς καὶ τὰ παρόντα ἀγαθά, ἅ ἔχετε, οὐ ῥᾳθυμοῦντες καὶ ἀμελοῦντες, ἀλλὰ καὶ σφόδρα πονοῦντες καὶ μετὰ μεγάλων ἀγώνων τε καὶ κινδύνων μεθ' ἡμῶν ἐκτήσασθε καὶ ἆθλα τῆς ὑμῶν αὐτῶν ἀρετῆς καὶ ἀνδρίας ἔχετε μᾶλλον ἤ τύχης δῶρα· ἔπειτα δέ, ὡς καὶ τὰ νῦν τά τε προκείμενα ἆθλα διδάξαι ὑμᾶς ὅσα καὶ οἷά ἐστι, καὶ τὴν δόξαν ὁπόσην ἔχει μετὰ τοῦ κέρδους καὶ τιμήν, καὶ ἅμα ἵνα γνῶτε καλῶς ἐπὶ μεγίστοις ποιούμενον τὸν ἀγῶνα». Αὐτὲς ἦταν οἱ πρῶτες φράσεις τοῦ Μωάμεθ.
Δὲ μποροῦσε ν' ἀρχίσει ὁ Μωάμεθ τὸ λόγο του μὲ καλύτερο τρόπο. Οἱ πρῶτες αὐτὲς φράσεις δείχνουν καθαρὰ ὅτι ὁ νεαρὸς σουλτάνος, ποὺ μόλις εἶχε ὑπερβεῖ τὴν ἡλικία τοῦ ἐφήβου, γνώριζε καλὰ τοὺς ἀνθρώπους. Μὲ τὶς πρῶτες φράσεις του δὲν εἶπε ὅτι εἶναι ὁ ἴδιος σπουδαῖος· εἶπε ὅτι οἱ ἄλλοι, ἐκεῖνοι ποὺ τὸν ἄκουγαν, εἶναι σπουδαῖοι· εἶπε ὅτι τοὺς ὑπενθυμίζει τὶς μεγάλες τους πράξεις, καὶ ὅτι ὅσα ἀγαθὰ κατέχουν εἶναι «ἆθλα» τῆς «ἀρετῆς» τους καὶ ὄχι τῆς «τύχης δῶρα». Καὶ πρόσθεσε ὅτι θὰ τοὺς διδάξει, δηλαδὴ θὰ τους πληροφορήσει πόσο μεγάλη εἶναι ἡ δόξα καὶ ἡ τιμή, ἀλλὰ καὶ πόσο μεγάλα τὰ ὑλικὰ κέρδη, πού, κυριεύοντας τὴν Κωνσταντινούπολη, θὰ ἐξασφαλίσουν. Καὶ τὰ ὀνόμασε τὰ κέρδη αὐτά:
«Πρῶτον μὲν γὰρ ὁ πλοῦτός τέ ἐστι πολὺς καὶ παντοδαπὸς ἐν τῇδε τῇ πόλει, ὁ μὲν ἐν τοῖς βασιλείοις, ὁ δὲ ἐν τοῖς οἲκοις τῶν δυνατῶν, ὁ δὲ ἐν τοῖς τῶν ἰδιωτῶν, ὁ δὲ καλλίων καὶ μείζων ἐν τοῖς ἱεροῖς ἀποκείμενος ἀναθημάτων καὶ κειμηλίων παντοίων ἐκ χρυσοῦ καὶ ἀργύρου κατασκευασμένων, λίθων τε τιμίων καὶ μαργάρων πολυτελῶν, ἐπίπλων τε ἄπειρόν τι χρῆμα λαμπρῶν, ἄνευ δὴ τῆς ἄλλης κατ' οἶκον κατασκευῆς καὶ περιουσίας· ὧν ἁπάντων ὑμεῖς ἔσεσθε κύριοι· ἔπειτα ἄνδρες ἀγαθοὶ πλεῖστοί τε καὶ τῶν εὖ γεγονότων, ὧν οἱ μὲν δουλεύουσιν ὑμῖν, οἱ δὲ ἐς ἀπόδοσιν ἔσονται, γυναῖκες τε πλεῖσται καὶ κάλλισται, νέαι καὶ ἀγαθαὶ τὰς ὄψεις, καὶ παρθένοι πρὸς γάμον ὡραῖαι εὐγενεῖς τε καὶ ἐξ εὐγενῶν, καὶ ἀρρένων ὀφθαλμοῖς ἔτι καὶ νῦν ἄβατοι ἔνιαι τούτων καὶ πρὸς γάμους ὁρῶσαι ἐπιφανῶν καὶ μεγάλων ἀνδρῶν, ὧ αἱ μὲν ἔσονται ὑμῖν ἐς γυναῖκας, αἱ δὲ πρὸς θεραπείαν ἀρκέσουσιν, αἱ δὲ πρὸς ἀπόδοσιν, καὶ κερδανεῖτε κατὰ πολλὰ ἔς τε ἀπόλαυσιν ὁμοῦ καὶ θεραπείαν καὶ πλοῦτον· καὶ παῖδες ὁμοίως πλεῖστοι καὶ κάλλιστοι καὶ τῶν εὖ γεγονότων, ἔτι δὲ νεῶν τε κάλλη καὶ δημοσίων οἰκοδομημάτων, καὶ οἰκίαι λαμπραὶ καὶ παράδεισοι καὶ τοιαῦτα πολλὰ ἔς τε θέαν ὁμοῦ καὶ τέρψιν καὶ ἡδονὴν καὶ ἀπόλαυσιν ἱκανά.
Καὶ τί δεῖ ταῦτα πάντα καταλέγοντα διατρίβειν; Πόλιν μεγάλην καὶ πολυάνθρωπον, βασίλειόν τε τῶν πάλαι Ῥωμαίων, καὶ ἐς ἄκρον εὐδαιμονίας καὶ τύχης καὶ δόξης ἐλάσασαν, κεφαλήν τε γεγενημένην τῆς οἰκουμένης ἁπάσης δίδωμι νῦν ὑμῖν ἐς διαπραγήν τε καὶ λείαν, πλοῦτον ἄφθονον, ἄνδρας, γυναῖκας, παῖδας, πάντα τὸν ἄλλον αὐτῆς κόσμον καὶ τὴν κατασκευήν· ὧν ἁπάντων ἐμφορηθήσεσθε ὥσπερ ἐν εὐωχίᾳ λαμπρᾷ, καὶ ἐνευδαιμονήσετε τούτοις ὑμεῖς τε, καὶ τοῖς ὑμετέροις παισὶ πλοῦτον πολὺν καταλείψετε, κ α ὶ τ ο μ έ γ ι σ τ ο ν , ὅτι πόλιν τοιαύτην αἱρήσετε, ἧς τὸ κλέος πᾶσαν ἐπῆλθε τὴν οἰκουμένην· καὶ δῆλον ὅτι ἐς ὅσον ἔδραμεν ἡ ταύτης ἡγεμονία καὶ δόξα, ἐς τοσοῦτον καὶ τὸ ὑμῶν κλέος ἀφίξεται τῆς ἀνδρίας καὶ τῆς ἀρετῆς, πόλιν τοιαύτην ἑλόντων ἐκ προσβολῆς. Καὶ σκοπεῖτε τίς εὐπραξία λαμπροτέρα ἤ τίς ἡδονὴ μείζων ἤ τὶς πλούτου περιουσία καλλίων ἤ ἥ μετὰ τιμῆς καὶ δόξης προσέσται ἡμῖν; Τὸ δὲ δὴ μεῖζον πάντων, ὅτι τὴν πόλιν ἐχθρῶς ἔχουσαν ἡμῖν ἐξ ἀρχῆς καὶ ἀεὶ ἐπιφυομένην τοῖς ἡμετέροις κακοῖς καὶ πάντα τρόπον ἐπιβουλεύουσαν τὴν ἡμετέραν ἀρχὴν καθαιρήσομεν καὶ τοῦ λοιποῦ αὐτοί τε βέβαια ἕξομεν τὰ παρόντα ἀγαθά, καὶ ἐν εἰρήνῃ βαθείᾳ καὶ ἀσφαλείᾳ διάξομεν, ἀπαλλαγέντες ἐχθροῦ γειτονήματος, καὶ πρὸς τὰ λοιπὰ θύραν ἀνοίξομεν».
Προχωρώντας στὸ λόγο του, ποὺ ἡ ἀρχιτεκτονική του διάρθρωση εἶναι ἄρτια, προσπάθησε νὰ πείσει ὁ Μωάμεθ τοὺς ἂνδρες του ὅτι τὸ τεῖχος εἶναι «ῥαδίως... ἁλωτόν» : «ἡ μὲν τάφρος πᾶσα ἐχώσθη, τὸ δὲ κατὰ γῆν τεῖχος ἐν τρισὶ μέρεσι... κατήρριπται». Ὅσο γιὰ τοὺς ἄνδρες ποὺ ὑπερασπίζονταν τὴν Κωνσταντινούπολη, γι' αὐτοὺς εἶπε κάμποσα ποὺ ἀνταποκρίνονται στὴν πραγματικότητα:
«Τὰ δὲ τῶν ἀντιτεταγμένων ἡμῖν τί χρὴ καὶ λέγειν; Ἄνδρες γάρ εἰσι πάνυ ὀλίγοι καὶ οἱ πλείονες ἄοπλοι καὶ πολέμων ἄπειροι· ὡς γὰρ ἔχω πυνθάνεσθαι τῶν αὐτομόλων, μόλις φασὶ δύο ἤ τρεῖς ἄνδρες εἶναι τοὺς ἐν τῷ πύργῳ προμαχομένους καὶ ἑτέρους τοσούτους ἐν τῷ μεταπυργίῳ ὥστε ξυμβαίνειν ἕνα ἄνδρα προπολεμεῖν τε καὶ προμάχεσθαι τριῶν ἢ τεσσάρων ἐπάλξεων... Πῶς οὖν ἐς τοσοῦτον πλῆθος ἡμῶν ἀρκέσουσιν οὗτοι; καὶ μάλιστα ἡμῶν μὲν ἐκ διαδοχῆς ἀγωνιζομένων καὶ ἀεὶ νεαρῶν ἐπιόντων ἐς τὸ ἔργον, καὶ καιρὸν ἐχόντων καὶ ὕπνον αἱρεῖσθαι καὶ σῖτα καὶ ἀναπαύειν αὐτούς, αὐτῶν δὲ ἀδιακόπως τε καὶ ἐπιτεταμένως μαχομένων ἀεὶ καὶ μηδένα καιρὸν ἐχόντων ἢ ὕπνου ἢ σιτίου ἢ ποτοῦ ἢ ἀναπαύλης...
Οἱ δὲ ἐπὶ τοῦ κατερριμένου τείχους τῶν Ἰταλῶν τεταγμένοι» (στὸν τομέα τῆς πύλης τοῦ Ἁγίου Ρωμανοῦ), «εἰ καί τῳ δοκοῦσιν ἀπόμαχοι εἶναι καὶ ἱκανοὶ τοὺς ἐπιόντας ἀμύνεσθαι, ὡς καλῶς τε ὡπλισμένοι καὶ πολέμων ἔμπειροι,..., ἀλλ' ἐμοὶ καὶ τὰ τούτων ἄπιστα δοκεῖ πάντη καὶ σφαλερά. Πρῶτον μὲν γὰρ οὐκ ἐθελήσουσι νοῦν ἔχοντες ὑπὲρ ἀλλοτρίων ἀγαθῶν μάχεσθαι καὶ πονεῖν..., μηδὲν κερδαίνοντες αὐτοί· ἔπειτα ξύγκλυδές τέ εἰσι καὶ ἄλλοι ἄλλοθεν ξυνεληλυθόντες, ἐπὶ τὸ λαβεῖν βλέποντες μόνον καὶ ἀπελθεῖν σῶς, οὐκ ἐπὶ τὸ μαχόμενοι ἀποθανεῖν... Δείκνυται τοίνυν ἐξ ἁπάντων μεθ' ἡμῶν εἶναι τὴν νίκην καὶ τὴν πόλιν ἡμῖν ἁλωτήν... Γίνεσθε οὖν ἄνδρες ἀγαθοὶ αὐτοί τε ὑμεῖς, καὶ τοὺς μεθ' ὑμῶν πάντας παρακελεύεσθε ἀκολουθεῖν τε γενναίως ὑμῖν καὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ ἐς τὸ ἔργον κεχρῆσθαι, νομίζοντας τοῦ καλῶς πολεμεῖν τρία εἶναι τὰ αἴτια, τό τε ἐθέλειν καὶ τὸ αἰσχύνεσθαι καὶ τὸ τοῖς ἄρχουσι πείθεσθαι... Κἀγὼ δὲ αὐτὸς πρῶτος παρέσομαι τῷ ἔργῳ, μεθ' ὑμῶν τε ἀγωνιζόμενος καὶ τῶν ἑκάστῳ δρωμένων θεατής».
Μετὰ τὴ γενικὴ αὐτὴ προσλαλιά, ἀπευθύνθηκε ὁ Μωάμεθ εἰδικώτερα στοὺς ἀνώτατους ἀρχηγοὺς τοῦ στρατοῦ καὶ τοῦ στόλου, διατυπώνοντας τὶς διαταγὲς κι᾿ ἐπιθυμίες του. Κι' ἔκλεισε τὸ λόγο του, ἀποφεύγοντας τὰ μεγάλα λόγια καὶ τὶς φραστικὲς κωδωνοκρουσίες: «Ἀλλ' ἄπιτε πρὸς τὰς σκηνὰς καὶ τὰς τάξεις ὑμῶν ἀγαθῇ τύχῃ, καὶ δειπνοποιησάμενοι ἀναπαύεσθε».
Ὁ Σφραντζῆς γράφει ὅτι, μόλις ἔκλεισε ὁ Μωάμεθ τὸ στόμα του, ἀκούστηκε (καὶ τὴν ἄκουσε κι' ὁ ἴδιος) μιὰ φοβερὴ κραυγὴ ἀκροατῶν ἔλεγε: «ἀλλὰ ἀλλὰ· Μεεμέτη ῥεσοὺλ ἀλλά· τοῦτ' ἔστιν ὁ θεὸς τῶν θεῶν καὶ ὁ Μουχαμέτης ὁ προφήτης αὐτοῦ».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου