Πέμπτη 1 Δεκεμβρίου 2022

ΠΑΝΑΓΙΩΤΗΣ ΜΥΡΓΙΩΤΗΣ "Ο Άγιος Νεκτάριος για τον Ελληνισμό."


Ο Άγιος Νεκτάριος για τον Ελληνισμό.

Ο π. Εφραίμ σε δημόσια ομιλία του παρότρυνε να βρούμε το έργο του Αγίου Νεκταρίου, το αναφερόμενο εις τον Ελληνισμό. Το αναζήτησα και δημοσιεύω ελάχιστα αποσπάσματα. Εις το τέλος του κειμένου, υπάρχει η παραπομπή, όπου όποιος επιθυμεί να διαβάσει ολόκληρο το έργο του Αγίου. Το κείμενο είναι εις το πρωτότυπο.

Ἑλληνικὴ φιλοσοφία. Δυὸ λέξεις· ἀλλὰ λέξεις μεσταὶ μεγάλων καὶὑψηλῶν ἐννοιῶν.
ἩἙλληνικὴφιλοσοφία ἐδίδαξεν τὴν πρόνοιαν τοῦ Θεοῦ πρὸς τὴν ἀνθρωπότητα καὶἐγένετο διὰτῶν ὑγιῶν  αὐτῆς  θεωριῶν  παιδαγωγὸς  τῆς  ἀνθρωπότητος  εἰς Χριστόν.
.HἙλληνικὴ φιλοσοφία προώρισται ἵνα καταστήσῃ τοὺς πάντας Ἕλληνας· ἐγεννήθη ὑπὲρ τοῦ χριστιανισμοῦ καὶ συνεταυτίσθη μετ᾿ αὐτοῦ, ὅπως ἐργασθῆ πρὸς σωτηρίαν τῆς ἀνθρωπότητος. Ἕλληνκαὶ φιλοσοφία εἰσὶδυὸτινὰἀναπόσπαστα· μαρτυρεῖ δὲκαὶ ὁ Ἀπόστολος τῶν ἐθνῶν Παῦλος λέγων: Ἕλληνες σοφίαν ζητοῦσιν. Ὁ Ἕλλην ἀληθῶς ἐγεννήθη, ἵναφιλοσοφῇ· διότι ἐγεννήθη διδάσκαλος τῆς ἀνθρωπότητος. Ἀλλ᾿ ἐὰν ἡ φιλοσοφία ἐγένετο παιδαγωγὸς εἰς Χριστὸν ἕπεται ὅτι ὁ Ἕλλην πλασθεὶς φιλόσοφος ἐπλάσθη χριστιανός, ἐπλάσθη ἵνα γνωρίσῃ τὴν ἀλήθειαν καὶδιαδῷ αὐτὴν τοῖς ἔθνεσιν.
Ὁ Ἕλλην λοιπὸν διὰτῆς φιλοσοφίας ἐγνώρισε πρώτον τὴν ὕπαρξιν τοῦ θείου καὶεἶτα ἑαυτόν, οἶος ἀληθῶς ἐστι· διὰτῆς γνώσεως τοῦ Θεοῦ ἔσχε τελείαν ἑαυτοῦ γνῶσιν· γνωρίσας δὲἑαυτὸν ἔγνω τὴν σχέσιν αὐτοῦ πρὸς τὸθεῖον, τὴν εὐγένειαν αὐτοῦ, καὶἔγνω ὅτι ἡ πρὸς τὸ θεῖον ἀφομοίωσις εἶναι τὸπρώτιστον τῶν καθηκόντων.
 Ὁ Ἕλλην ἀνευρῶν ἐν τῷ χριστιανισμῷ τὰς αὐτὰς ἀρχὰς καὶτὴν εἰκόνα τοῦ τελείου, τοῦ ἰδανικοῦ αὐτοῦ, καὶτὸν μόνον διδάσκαλον τὸν δυνάμενον νὰδιδάξῃ αὐτὸν πᾶν ὅ,τι ἐπεθύμει νὰγνωρίση, νὰμάθῃ, καὶὅ,τιαὐτὸς ἐπόθει καὶἐπεζήτει, καὶεὑρῶν αὐτὸν ἑρμηνευτὴν τῶν αἰσθημάτων αὐτοῦ, ἐνεκολπώθη αὐτὸν καὶπεριέθαλψεν. Ὁ χριστιανισμὸς ὡς πρῶτον  δῶρον αὐτοῦ ἐδωρήσατο αὐτῷν έαν ζωήν· ὁ δὲἝλλην ὑπεστήριξεν αὐτὸν διὰτῶν ἀγώνων καὶτῶν αἱμάτων του.
.Ἡ Ἑλληνικὴ φιλοσοφία ἐποδηγέτει τὸἙλληνικὸν ἔθνος εἰς τὸνχριστιανισμόν· ὅτι δὲ ἡ Ἑλληνικὴ φιλοσοφία τοιοῦτος ὑπῆρξε ποδηγέτης μαρτυρεῖ καὶ o ἱερὸς πατὴρ Κλήμης ὁ Ἀλεξανδρεὺς λέγων: «ἦν μὲν οὖν πρὸτῆς τοῦ Κυρίου παρουσίας εἰς δικαιοσύνηνἝλλησιν ἀναγκαία· νυνὶδὲχρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι᾿ ἀποδείξεως καρπουμένοις· ὅτι ὁ πούς σου φησὶν (Παροιμ.) οὐ μὴπροσκόψῃ, ἐπὶτὴν πρόνοιαν τὰκαλὰἀναφέροντος ἐὰν τὲἑλληνικὰ ἢ, ἐὰν τὲἡμέτερα· πάντων γὰρ αἴτιος τῶν καλῶν ὁ Θεός, ἀλλὰτῶν μὲν κατὰπροηγούμενον, ὡς τῆςτὲ διαθήκης τῆς Παλαιᾶς καὶτῆς Νέας· τοῖς  δὲκατ᾿ ἐπακολούθημα, ὡς τῆς φιλοσοφίας· τάχα δὲκαὶ προηγουμένως τοῖς Ἕλλησιν ἐδόθη τότε πρὶν ἢ τὸν Κύριον καλέσαι καὶτοὺςἝλληνας· ἐπαιδαγώγει γὰρ καὶαὐτὸτὸἙλληνικόν, ὡς ὁ νόμος τοὺς Ἑβραίους εἰς Χριστόν.
Προπαρασκευάζει τοίνυν ἡ φιλοσοφία προοδοποιοῦσα τὸν ὑπὸΧριστοῦ τελειούμενον… μία γὰρ ἡ τῆς ἀληθείας ὁδὸς ἀλλ᾿ εἰς αὐτὴν καθάπερ εἰς ἀέναον ποταμὸν ἐκρέουσι τὰῥεῖθρα ἄλλα ἄλλοθεν».
Καὶαὖθις ὁ ἱερὸς πατὴρ λέγει περὶτῆς Ἑλληνικῆς φιλοσοφίας· «ἀλλ᾿ εἰ μὲν μὴ καταλαμβάνει ἡ Ἑλληνικὴ φιλοσοφία τὸ μέγεθος τῆς ἀληθείας, ἔτι δὲἐξασθενεῖ πράττειν τὰς κυριακὰς ἐντολάς, ἀλλ᾿ οὖν γὲ προκατασκευάζει τὴν ὁδὸν τῇ βασιλικωτάτῃ διδασκαλίᾳ, ἀμηγέπη σωφρονίζουσα, καὶτὸἦθος προτυποῦσα καὶπροστύφουσα εἰς παραδοχὴν τῆς ἀληθείας»
.Ὁ Κλήμης παραβάλλει τὴν σοφίαν πρὸς τὸν ὑετόν, τοὺς δὲφιλοσοφοῦντας πρὸς τὰς ποικίλας βοτάνας τῆς γ ῆς, αἴτινες καίτοι ὑπὸτῶν αὐτῶν ποτίζονται ναμάτων, ἑκάστη ὅμως πρὸς τ ὴν ἰδίαν φύσιν τὸν χυμὸν μεταβάλλει. Ἰδοὺοἱ λόγοι αὐτοῦ: «Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνική, σὺν καὶαὐτῇ φιλοσοφία θεόθεν ἤκειν εἰς ἀνθρώπους, οὐ κατὰπροηγούμενον, ἀλλ᾿ ὃν τρόπον οἱ ὑετοὶκαταῤῥήγνυνται εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶεἰς τὴνκοπρίαν, καὶἐπὶτὰ δωμάτια, βλαστάνει δ᾿ ὁμοίως καὶ πόα, καὶ πυρός, φύεταί τε καὶἐπὶτῶν μνημάτων συκῆ, καὶεἴ τι τῶν ἀναιδεστέρων δένδρων· καὶτὰ φυόμενα ἐντύπῳ προκύπτει τῶν ἀληθῶν».
.Ὁ Κλήμης διακρίνει τὴν ἀληθῆ φιλοσοφίαν τῆς σοφιστείας καὶτὰκαλῶς παρ᾿ αὐτῆς εἰρημένα τῶν μὴ καλῶς εἰρημένων· τοῦτο δείκνυται καὶἐκ τῶν ἑξῆς. «Φιλοσοφίαν οὐτὴν Στωικὴν λέγω, οὐδὲτὴν Πλατωνικήν, ἢ τὴν Ἐπικούρειόν τε καὶἈριστοτελικήν· ἀλλ᾿ ὅσα εἴρηται παρ᾿ ἑκάστη τῶν αἱρέσεων τούτων καλῶς, δικαιοσύνην μετ᾿ εὐσεβοῦς ἐπιστήμης ἐκδιδάσκοντα, τοῦτο σύμπαν τὸἐκλεκτικὸν φιλοσοφίαν φημί· ὅσα δὲἀνθρωπίνων λογισμῶν ἀποτεμόμενοι παρεχάραξαν, ταῦτα οὐκ ἂν ποτὲ θεία εἴποιμ᾿ ἄν».
.Ἰδοὺ ὁ Κλήμης τί λέγει περὶτῆς ἑρμηνείας τῶν ἹερῶνΓραφῶν ἐν τῇ Ἑλληνικῇ φωνῇ:
«Διὰτοῦτο γὰρ Ἑλλήνων φωνῇ ἑρμηνεύθησαν αἱ Γραφαὶὡς μὴπρόφασιν ἀγνοίας προβάλλεσθαι δυνηθῆναι ποτὲαὐτούς, οἴους τὲὄντας ἐπακοῦσαι καὶτῶν παρ᾿ ἡμῖν, ἣν μόνον ἐθελήσωσιν».
. Ἡ ἀνθρωπότης ἐζήτει θείαν ἀποκάλυψιν ὅπως μάθη τὴν ἀλήθειαν καὶβεβαιωθῆ καὶπεισθῆ· ἡ ἀνθρωπότης ἐδεῖτο θείου διαπλάστου· ἡ δὲ φιλοσοφία ἐστερεῖτο τούτων. Ἡ ἀνθρωπότης εὖρεν ταῦτα ἐν τῷ χριστιανισμῷ πρὸς ὃν ἐποδηγέτει ἡ Ἑλληνικὴ φιλοσοφία· αὕτη ἡ ἐμὴπερὶτοῦ ζητήματος τούτου ταπεινὴ γνώμη.
ἘνἈθήναιςτῇ 17 Ἰουνίου 1896.
Ὁ Πενταπόλεως ΝΕΚΤΑΡΙΟΣ


πηγές


Μυργιώτης Παναγιώτης
Μαθηματικός








Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου